Ὅτι ἡ Ἐλαία πόλις ἐπίνειόν ἐστι Περγάμου πόλεως, ἀπέχουσα Περγάμου στάδια ρκ΄. Ὅτι ἡ Κάνη ἄκρον ἐστὶν, ἀνταῖρον τῷ Λεκτῳ ἄκρῳ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστιν. Ὅτι ἡ Κάνη καὶ πληθυντικῶς Κάναι λέγεται, περὶ ἣν ἄκρα ἡ Αἴγα τὸ δὲ γα μακρὸν δεῖ νοεῖν, τὴν Αἴγαν λέγοντας. Ὅτι μεταξὺ Ἐλαίας καὶ Πιτάνης καὶ Ἀταρτέως καὶ Περγάμου Τευθρανία ἐστὶ πόλις, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ο΄ σταδίους, ἐντὸς τοῦ Καΐκου. Ὅτι ἐν τοῖς περὶ Κάῖκον τόποις φαίνεται βεβασιλευκὼς Εὐρύπυλος ὁ Τηλεφίδης, ὃν ἀνεῖλε Πύρρος ὁ Ἀχιλλέως.