Ὅτι μετὰ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν Κίλικες εἶχον καθ᾿ Ὅμηρον, ἦ νῶν Ἀδραμύττιόν τέ ἐστι καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῶν ἐκβολῶν τοῦ Καΐκου· ὧν πόλεις δύο, Θήβν Ὑποπλάκιος καὶ Λυρνησσός. Ὅτι Θήβη καὶ Δυρνησσὸς, ἐν τῷ Θήβης οὖσαι πεδίῳ, ἀπέχουσι τῆς πόλεως Ἀδραμυττίου, ἡ μὲν σταδίους ξ΄, ἡ δὲ π΄. ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἐστι καὶ ἡ Χρύσα καὶ ἡ Κίλλα· ἔστι δὲ ταῦτα περὶ Ἄντανὃρον. Ὅτι Κίλλος Πέλοπι ἦν ἡνίοχος, ἀφʼ οὗ Κίλλα τε τὸ πολίχνιον καὶ Κίλικες. Ὅτι φασὶν ἐν τῇ Αἰολικῇ Πιτένῃ τὰς πλίνθους ἐπιπολάζειν τῷ ὕδατι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν. Ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἔκ τίνος γῆς ἀργιλώδους πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας. Ὅτι Κάϊκος ποταμὸς μετὰ τὴν Πιτάνην εἰς τὸν Ἐλαϊτικὸν ῥεῖ κόλπον, ἀντιπέρην Ἐλαίας πόλεως.