Ὅτι ἀπὸ πόλεως Παρίου ἕως Πρακτίου πόλεως πρὸς δυσμὰς στάδιοί εἰσι τ΄. Ὅτι ἡ Ἴδη τὸ ὄρος σκολοπενδρῶδες ἔχει τὸ σχῆμα καὶ τελευτᾶ τῷ μὲν εἰς τὴν μεσόγαιαν ἄκρῳ τῷ περὶ τὴν Ζέλειαν, τῷ δʼ εἰς τὸ πέλαγος τὸ Αἰγαῖον καθήκοντι τῷ Λέκτῳ. Ὅτι ἡ Ζέλεια πόλις νῦν τῆς Κυζικηνῆς ἐστιν ἐπικρατείας. Ὅτι. Ὅμηρος τὴν Ἴδην τὸ ὄρος ἀφορίζει τῷ τε Λέκτῳ, πρώτῳ ὄντι ἀπὸ τοῦ πελάγους, καὶ τῇ Ζελείᾳ, « ὑπαὶ πόδα νείατον Ἴδης » λέγων. Ὅτι τῆς Ἴδης τὸ ἄκρον τὸ Λέκτον καὶ αἱ Κάναι ἄκρον ποιοῦσι τὸν κόλπον τὸν Ἰδαῖον.