<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0099.tlg004.1st1K-grc1"><div type="textpart" subtype="book" n="13"><div type="textpart" subtype="section" n="45"><p>Ὅτι τινὲς, χαριζόμενοι Ῥωμαίοις, μεταγράφουσι
τὸ Ὁμηρικὸν ἔπος περὶ τοῦ Αἰνείου οὕτως· « νῦν
δὲ δὴ Αἰνείαο γένος πάντεσσιν ἀνάξει. »</p></div><div type="textpart" subtype="section" n="46"><p>Ὅτι ἐκ τῆς Σκήψεως πόλεως ἦν Κορίσκος ὁ
Σωκρατικὸς καὶ ὁ τούτου παῖς Νηλεὺς, ὃς καὶ Ἀριστοτέλους
καὶ Θεοφράστου ἠκροάσατο καὶ διεδέξατο
τὴν βιβλιοθήκην Θεοφράστου, οὖσαν τὴν αὐτὴν καὶ
Ἀριστοτέλους ὁ μὲν γὰρ Ἀριστοτέλης οὐ μόνον τὴν
σχολὴν, ἀλλὰ καὶ τὴν βιβλιοθήκην καταλέλοιπε Θεοφράστῳ
τὴν ἐαυτοῦ, πρῶτος ὧν ἴσμεν βιβλία συναγαγὼν
καὶ διδάξας τοὺς ἐν Αἰγύπτῳ βασιλέας βιβλιοθήκης
σύνταξιν. Θεόφραστος δὲ Νηλεῖ παρέδωκεν· ὁ δὲ εἰς
Σκῆψιν κομίσας τοῖς μεθʼ αὑτὸν παρέδωκεν, ἰδιώταις
ἀνθρώποις, οἳ κατάκλειστα εἶχον τὰ βιβλία, οὐδʼ
ἐπιμελῶς κείμενα· ἐπειδὴ δʼ ἤσθοντο τὴν σπουδὴν τῶν
Ἀτταλικῶν βασιλέων, ὑφʼ οἷς ἦν ἡ πόλις, ζητούντων
βιβλία εἰς τὴν κατασκευὴν τῆς ἐν Περγάμῳ βιβλιοθήκης,
κατὰ γῆς ἔκρυψαν ἐν διώρυγί τινι· ὑπὸ δὲ
νοτίας καὶ σητῶν κακωθέντα ὀψέ ποτε ἀπέδοντο οἱ ἀπὸ
τοῦ γένους Ἀπελλίκωντι τῷ Τηίῳ πολλῶν ἀργυρίων
τά τε Ἀριστοτέλους καὶ τὰ τοῦ Θεοφράστου βιβλία.
Ἦν δὲ ὁ Ἀπελλίκων φιλόβιβλος μᾶλλον ἢ φιλόσοφος·
διὸ καὶ ζητῶν ἐπανόρθωσιν τῶν διαβρωμάτων εἰς ἀντίγραφα
καινὰ μετήνεγκε τὴν γραφὴν ἀναπληρῶν οὐκ
εὖ, καὶ ἐξέδωκιν ἁμαρτάδων πλήρη τὰ βιβλία. Συνέβη
δὲ τοῖς ἐκ τῶν περιπάτων, τοῖς μὲν πάλαι τοῖς

<pb n="611"/>
μετὰ Θεόφραστον, οὐκ ἔχουσιν ὅλως τὰ βιβλία πλὴν
ὀλίγων, καὶ μάλιστα τῶν ἐξωτερικῶν, μηδέν ἔχειν
φιλοσοφεῖν πραγματικῶς, ἀλλὰ θέσεις ληκυθίζειν
τοῖς δ᾿ ὕστερον, ἀφ᾿ οὗ τὰ βιβλία ταῦτα προῆλθεν,
ἄμεινον μέν ἐκείνων φιλοσοφεῖν καὶ ἀριστοτελίζειν
ἀναγκάζεσθαι μέντοι τὰ πολλὰ εἰκότα λέγειν διὰ τὸ
πλῆθος τῶν ἁμαρτιῶν. Πολὺ δὲ εἰς τοῦτο καὶ ἡ Ῥώμα
προσελάβετο· εὐθὺς γὰρ μετὰ τὴν Ἀπελλίκωντος τελευτὴν
Σύλλας ἦρε τήν Ἀπελλίκωντος βιβλιοθήκην
ὁ τὰς Ἀθήνας ἑλῶν· εἰς ῥώμην δὲ κομισθεῖσαν Τυραννίων
τε ὁ γραμματικὸς διεχειρίσατο φιλαριστοτέλης
ὢν, θεραπεύσας τὸν ἐπὶ τῆς βιβλιοθήκης, καὶ
βιβλιοπῶλαὶ τινες γραφεῦσι φαύλοις χρώμενοι καὶ οὐκ
ἀντιβάλλοντες ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει τῶν
εἰς πρᾶσιν γραφομένων βιβλίων καὶ ἐν Ῥώμῃ καὶ ἐν
Ἀλεξανδρείᾳ.</p></div><div type="textpart" subtype="section" n="47"><p>Ὅτι μετὰ Σκῆψιν πόλιν Ἄνδηρά ἐστι καὶ Πιονία
καὶ ἡ Γαργαρίς. Ἐστι δὲ λίθος περὶ τὰ Ἄνδηρα,
ὃς καιόμενος σίδηρος γίνεται εἶτα μετὰ γῆς τινος καμινευθεὶς
ἀποστάζει ψευδάργυρον, ἡ προσλαβοῦσα
χαλκὸν τὸ καλούμενον γίνεται κρᾶμα, δ΄ τινες ὀρείχαλκον
καλοῦσι. Γίνεται δὲ ψευδάργυρος καὶ περὶ τὸν
Τμῶλον.</p></div><div type="textpart" subtype="section" n="48"><p>Ὅτι ἡ Ἄσσος πόλις ἐρυμνή ἐστι καὶ εὐτειχὴς,
ἀπὸ θαλάσσης καὶ τοῦ λιμένος ὀρθίαν καὶ μακρὰν
ἀνάβασιν ἔχουσα· ὥστ᾿ ἐπ᾿ αὐτῆς οἰκείως εἰρῆσθαι
δοκεῖ τὸ τοῦ Στρατονίκου τοῦ κιθαριστοῦ· « Ἄσσον
ἴθ᾿ ὧς κεν θᾶσσον ὀλέθρου πείραθ᾿ ἵκηαι. « Ἐντεῦθεν
δ᾿ ἐστὶ Κλεάνθης ὁ Στωικὸς, ὁ Ζήνωνα μέν διαδεξάμενος,
Χρυσίππῳ δὲ τὶ Σολεῖ καταλιπών. Ἐνταῦθα
δὲ καὶ ὁ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς ἑρμείαν
τὸν εὐνοῦχον τύραννον κηδείαν· ἦν δ᾿ Ἑρμείας τραπεζίτου
τινὸς οἰκέτης, γενόμενος δ᾿ Ἀθήνησιν ἠκροάσατο
Πλάτωνος καὶ Ἀριστοτέλους· ἐπανελθὼν δὲ τῷ δεσπότῃ
συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ
Ἀταρνέα καὶ Ἄσσον χωρίοις ἔπειτα διεδέξατο ἐκεῖνον
καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλη καὶ Ξενοκράτη
καὶ ἐπεμελήθη αὐτῶν τῷ δ᾿ Ἀριστοτέλει καὶ θυγατέρα
ἀδελφοῦ συνῴκισε. Μέμνων δ᾿ ὁ Ῥόδιος, μηδίζων
τότε σφόδρα καὶ στρατηγῶν, προσποιησάμενος φιλίαν,
<del>καλεῖ κρὸς ἑαυτὸν</del> ξενίας τε ἄμμα καὶ πραγμάτων
προσποιητῶν χάριν· συλλαβῶν <del>δ΄</del> ἀνέπεμψε
πρὸς βασιλέα, κἀκεῖ κρεμασθεὶς ἐφθάρη.</p></div><div type="textpart" subtype="section" n="49"><p>Ὅτι τὰ περὶ Ἄσσον καὶ Γάργαρον χωρία καὶ
Σκῆψιν Λελέγων ἐστὶν, οἵτινες μεταξὺ ᾤκουν Κιλίκων
τε καὶ Δαρδανίων, πόλιν ἔχοντες Πήδασον· φεύγοντες
δὲ τὰς ἐξ Ἀχιλλέως ἐπιδρομὰς, εἰς Καρίαν ἦλθον καὶ
ἔκτισαν πόλιν Πήδασον, ὁμώνυμον τῆ πατρίδι.</p></div></div></div></body></text></TEI>