Ὅτι περὶ τὸ Λέκτον ἄκρον ἁλοπήγιόν ἐστιν, αὐτομάτως πηγνύμενον τοῖς ἐτησίαις ἀνέμοις. Ὅτι Ὅμηρος ἐν τῷ Ἀδραμυττικῷ κόλπῳ ἱδρύει Λέλεγάς τε καὶ Κίλικας ἀμφοτέρους, ἔνθα καὶ Πήδασος πόλις ἐρήμη καὶ Σατνιόεις ποταμὸς χείμαρρος καὶ Θήβη καὶ Λυρνησσὸς αἱ πόλεις. Ὅτι οἱ μὲν Ἁμαξῖται παραθαλέσσιοί εἰσιν, εἶτα ὑπὲρ αὐτοὺς Νεανδριεῖς, εἶτα Κεβρήνιοι ὑπὲρ αὐτοὺς, εἶτα Δάρδανοι μέχρι Παλαισκήψεως, ὧν καὶ Αἰνείας ἦρχεν, εἶτα Σκῆψις. Ὅτι ἀπὸ Λέκτοῦ ἄκρου ἕως Γαργάρου, πρὸς ἀνατολὰς ὄντος, στάδιοι σξ΄. Ὅτι μετὰ τὸ Ἀδραμύτιον Κορυφαντίς τε καὶ Ἡράκλεια κῶμαι, εἶτα Ἄττεα, εἶτα Ἀταρνεὺς καὶ Πιτάνη καὶ αἱ τοῦ Καΐκου ποταμοῦ ἐκβολαί.