Ὅτι ὁ Σμινθεὺς Ἀπόλλων παρὰ Τενεδίοις τιμᾶται. Καὶ γάρ ἐστιν αὐτοῦ νεὼς ἐν Τενέδῳ· ὅθεν εἴρηται· « Τενέδοιό τε ἶφι ἀνάσσεις, Σμινθεῦ. » Ὅτι ἄλλο ἱερὸν Σμινθέως Ἀπόλλωνος παραθαλάσσιον ἐν Τρωάδι. Ὅτι τὰ περὶ τὴν Τένεδον νησίδια Καλύδναι καλοῦνται. Ὅτι περὶ τὴν Τρωάδα ὁ Ἀχαιὸς τόπος· εἶτα Λάρισσα καὶ Κολωναὶ καὶ ἡ νῦν Χρύσα ἐφʼ ὑψηλοῦ τόπου παραθαλασσία. Ὅτι ἐν τῷ τοῦ Σμινθέως ἱερῷ μῦς ἐστι χαλκοῦς, ὑποκείμενος τῷ ποδὶ τοῦ Ἀπόλλωνος. Εἰσὶ δὲ πολλοὶ ναοὶ Σμινθίου Ἀπόλλιενος.