Ὅτι πολλοῖς καὶ ἀξιοπίστοις ἐπιχειρήμασιν ὁ Στράβων ἀπέδειξε τὴν νῦν καλουμένην Ἴλιον μὴ εἶναι τὴν ὁπὸ Ὁμήρου ᾀδομένην· ἀλλὰ ταύτης μετεωροτέρα καὶ ἀνατολικωτέρα ἐστὶν ἡ ἀληθῶς Ἴλιος, ἡ τοῦ Ἔκτορος πατρίς. Εἰ δὲ καὶ οὐδὲ ἴχνη αὐτῆς σώζεται νῦν, ἀλλὰ τῆς ταπεινοτέρας εἰσὶν ἔχνη, οὐ θαῦμα· ὁ γὰρ χρόνος πολλὰ τοιαῦτα ποιεῖ. Ὅτι τινὲς τὸν τόνον μετατιθέασι τοῦ στύχου τούτου· « θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν· « ἀναγινώσκουσι γὰρ πρὸ μιᾶς τὸν τόνον τιθέντες· ὡς τὸ θυάσιν, οὕτως γουνάσιν, ἀντὶ τοῦ ταῖς ἱκεσίαις. Ὅτι κατά τι παλαιὸν ἔθος Ἀγαμέμνων κατηράσατο κατὰ τῶν τολμησόντων κτίσαι αὖθις τὸ Ἴλιον· διὸ οἱ ὕστερον ἀφοσιούμενοι εὗρον πλησίον χωρίον ὁμοιότατον τῷ ἀρχαίῳ, καὶ ἔκτισαν αὐτὸ καὶ Ἴλιον ἐκάλεσαν, λεσαν, καὶ τὰς κατάρας ἐξέφυγον τοῦ Ἀγαμέμνονος. Ὅτι ὁ Ῥῆσος ποταμὸς νῦν καλεῖται Ῥοείτης· ὁ δὲ Ἑπτάπορος Πολύπορος καλεῖται, ἀνίσχων ἐκ τῶν περὶ Καλὴν πεύκην χωρίων, ἐπὶ Μελαίνας κώμην ἰοῦσιν· ἡ δὲ Καλὴ πεύκη εἶχε τὴν μὲν περίμετρον κδ΄ ποδῶν, τὸ δὲ ὕψος ἀπὸ μὲν ῥίζης ἐπὶ ξζ΄ πόδας ἀνῄει, εἶτα εἰς τρία μέρη σχιζομένη ἴσον ἀλλήλων διέχοντα αὐθις πάλιν συνήγετο εἰς μίαν κορυφήν· ἀπετέλει δὲ τὸ ὕψος δυεῖν πλέθρων καὶ πηχῶν ι΄. Ὅτι ὁ Κάρησος ποταμὸς ἀπὸ Μαλοῦντος ῥεῖ, τόπου τινὸς κειμένου μεταξὺ Παλαισκήψεως καὶ Ἀχαιίου τῆς Τενεδίων περαίας ἐμβάλλει δ᾿ εἰς τὸν Αἴσηπον· Ῥοδίος δ᾿ ἀπὸ Κλεανδρείας καὶ Γόρδου· ἐμβάλλει δὲ εἶς τὸν Αἴνιον.