Ὅτι Φιμβρίας Ῥωμαῖος, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ἐκ πολιορκίας λαβὼν τὸ Ἴλιον ἐν ἡμέραις ι΄, εἶτα καυχώμενος, ὡς, Ἀγαμέμνονος ἔχοντος τὸν χιλιόναυν στρατὸν καὶ τὴν σύμπασαν Ἑλλάδα μόλις ἐν ἔτεσι ταύτην ἑλόντος, αὐτὸς ἐν ἡμέραις ι΄ ἔλαβεν, ἤκουσεν εὐθὺς ἔκ τινος τῶν Ἰλιέων· Οὐ γὰρ εἴχομεν Ἕκτορα τὸν προπολεμοῦντα. Ὅτι μεταξὺ Ἀβύδου καὶ Δαρδάνου πόλεως ῥεῖ ὁ Ῥοδίος ποταμὸς κατʼ ἐναντία τοῦ ἐν χερρονήσῳ Κυνὸς σήματος τῆς Ἑκάβης. Ὅτι τὸ μὲν Ἕκτορος μνῆμα ἐν Ὀφρυνίῳ ἐστὶ τῆς Τρωάδος τόπῳ ὑψηλῷ, εἶτα Ῥοίτειον. πόλις ἔρημος, εἶτα αἰγιαλὸς, εἴτα μνῆμα Αἴαντος, εἶτα Σίτειον, πόλις ἔρημος, εἶτα ὁ Ἀχιλλέως τάφος καὶ Πατρόκλου καὶ Ἀντιλόχου, εἶτα ὁ ναύσταθμος καὶ τὸ στρατόπεδον τῶν Ἐλλήνων, εἶτα αἱ τοῦ Σιμοπυντος καὶ Σκαμάνδρου ἐκβολαὶ λιμνώδεις καὶ ἔλη καὶ ἡ Στομαλίμνη καλουμένη. Ταῦτα δὲ πάντα τῇ Ἰλίῳ ὑποπέπτωκεν. Ὅτι Πρίαμος, μικρὰν εὑρὼν τὴν τῶν Τρώων βασιλείαν, ὡς καὶ τὸν Ἡρακλέα « ἔξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν » ἐξαλαπάξαι αὐτῶν τὴν πόλιν, ἐπὶ μέγα αὐτήν ηὔξησεν, ὡς καὶ βασιλεὺς βασλέων γενέσθαι· ὦς δηλοῖ τὸ· « ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος. » Ὅτι τὸ Τρωικὸν πεδίον ἀπὸ θαλάσσης ἕως τῆς Ἴδης διήκει· οὗ τὰ μὲν νότια τελευτᾷ εἰς τὴν Σκῆψιν, τὰ δὲ βόρεια εἰς τὴν Ζέλειαν.