Ὅτι ἡ τοῦ Ξέρξου ἐν Ἀβύδῳ γέφυρα μικρὸν ἀνατολικωτέρα ἐζεύχθη τῆς Ἀβύδου, δυσμικωτέρα δὲ τῆς Σηστοῦ. Καὶ δεῖ σημειώσασθαι, ὅτι ὁ Στράβων συνηγορεῖ τῇ μυθολογίᾳ τῆς Ἡροῦς, ὡς ἐν Σηστῷ ἦν ὁ πύργος αὐτῆς, καὶ τὸ κατὰ τὸν Λέανδρον πέθος ὅτι ἐκεῖσε γέγονεν. Ὅτι τὰ ἐν Πακτωλῷ χρύσεια μέταλλα τῆς Λυδίας ἐξέλιπεν. Ὅτι ἀπὸ Ἀβύδου ἰπὶ Αἴσηπον ποταμὸν στάδιοί εἰσιν ψ΄ πεζῇ, εὐθυπλοίᾳ δὲ ἐλάττους. Ὅτι Ἶλος πρῶτος μετὰ τὸν κατακλυσμὸν ἐτόλμησεν ἐν πεδίῳ πόλιν κτίσαι, τὴν ἀφʼ ἑαυτοῦ Ἴλιον· διὸ καὶ ἐτάφη ἐν πεδίῳ· « οἱ δὲ παῤ Ἴλου σῆμα, μέσσον κὰπ πεδίον. » Τινὲς δέ φασιν, ὅτι ἡ νῦν Ἴλιος δεικνυμένη οὐκ ἔστιν ἡ παῤ Ὁμήρῳ, ἀλλʼ ἑτέρα ἐστὶ ταπεινοτέρα· ἡ δὲ παλαιὰ μετεωροτέρα ἦν πρὸς τῇ Ἴδῃ σταδίοις λ΄. Ὅτι ἡ νῦν Ἀλεξάνδρεια Τρωὰς καλουμένη, πόλις ἔρημος οὐσα νῦν, Ἀντιγόνεια ἐκαλεῖτο. Ὑπὸ γὰρ Ἀντιγόνου ᾠκίσθη, τοῦ ἐξ Ἀλεξάνδρου τοῦ μεγάλου ἄρξαντος τῆς Φρυγίας· ὕστερον δὲ ὑπὸ Λυσιμάχου Ἀλεξάνδρεια μετωνομάσθη διὰ τὸ δεῖν μᾶλλον τὴν ἐπωνυμίαν ἔχειν ἀπὸ τοῦ αἰτιωτάτου πάσης τῆς κατὰ Περσῶν νίκης Ἀλεξάνδρου.