Ὅτι ἦ Ἀδράστεια πόλις μεταξύ ἐστι Πριάπου πόλεως καὶ Παρίου πόλεως. Ἐπὶ Αἰσήπῳ ποταμῷ Νέμεσις τιμᾶται ἡ Ἀδράστεια ʼλιμένα ἔχουσα ἡ αὐτὴ Πρίαπος ἐλάσσονα τοῦ Παριανοῦ. Ὅτι ἡ Πιτύεια πόλις ἐστὶ μεταξὺ Παρίου πόλεως μεσόγειος. Ὅτι μεταξὺ Λαμψάκου καὶ Παρίου Παισὸς ἦν πόλις καὶ ποταμός· Ὅμηρος δὲ καὶ τρισυλλάβως αὐτὴν εἴρηκε, λέγων· « καὶ δῆμον Ἀπαισοῦ· » καὶ « ὅς ῥʼ ἐνὶ Παισῷ. » Ὅτι τόπος ἐστὶν ἐν τῇ Κυμαίᾳ χώρᾳ θηλυκῶς καὶ πληθυντικῶς καλούμενος καὶ Γέργιθες. Ἔστι δὲ πόλις, ἐξ ἧς ἐν Λαμψάκῳ Γεργίθιον χωρίον. Ὅτι τὸ Πράκτιον τὸ παῤ Ὁμήρῳ οὐκ ἔστι πόλις, ἀλλὰ ποταμὸς, μεταξὺ ῥέων Ἀβύδου καὶ Λαμψάκου.