Ὅτι διττοὶ οἱ Κίλικες, οἱ μέν Θηβαῖοι Ὑποπλάκιοι, ὅθεν ἦν Χρυσηὶς, εἱ δὲ Λυρνήσσιοι, ὕθεν ἔν ἡ Βρισηίς· τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, » ἥτις ἦν πόλις « θείοιο Μύνητος· » ἐκ δὲ Θήβης ἡ Χρυσηίς « ᾠχόμεθ᾿ ἐς Θήβην, ἱερήν πόλιν. » Ἐνθένδε ἦν καὶ ἡ Ἀνδρομάχη. Δύο οὖν αὗται δυναστεῖαι Τρωικαί· ὅθεν καὶ τὰ περὶ τῆς Ἀνδρομάχης ἐν ὑπερβατῷ ἀναγνωστέον· « ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ, Αὐτὰρ ἐγὼ Θήβῃσιν. » δεῖ γὰρ οὕτω λέγειν· « ἀμφότεροι ἐν Τροίῃ· σὺ μὲν Πριάμου ποτὶ δῶμα, Αὐτὰρ ἐγὼ Θήβησιν. » Τρίτη δ᾿ ἐστὶν ἡ τῶν Λελέγων, καὶ αὕτη Τρωική « Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει. » Καὶ μήν οἱ ὑπὸ Ἕκτορι Τρῶες ἦσαν· « Τρωσὶ μὲν ἡγεμόνευεν· » ἀλλὰ καὶ οἱ ὑπὸ Αίνείᾳ Δάρδανοι Τρῶες ἦσαν, ὡς ὅταν λέγῃ· « Λἰνεία, Τρώων βουληφόρε. » Ἕκτοι δ᾿ οἱ ὑπὸ Πανδάρῳ Λύκιοι, οὓς καλεῖ καὶ Τρῶας ἰδίως. Ἕβδομοι δ᾿ οἱ μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Ἀβύδου Τρῶές εἶσιν· ἀλλὰ ὑπὸ μέν Ἀσίῳ οἱ Ἀβυδηνοὶ Τρῶες· καὶ γὰρ Δημοκόων, ὁ τοῦ Πριάμου παῖς, « Ἀβυδόθεν ἦλθε παρ᾿ ἵππων ὠκειάων. Ἐν δὲ Περκώτῃ ἐβουνόμει Μελάνιππος υἱὸς Ἱκετάονος, (ὡς) οὐκ ἀλλοτρίας δηλονότι νεμόμενος. Ἀλλὰ καὶ οἱ μέχρι Ἀδραστείας Μεροπίδαι ἄρχοντες, Τρῶες ἦσαν· ὀγδόη αὕτη ἐπαρχία. Ἐνάτη δ᾿ αὕτη δυναστεία ἡ τοῦ Εὐρυπύλου τοῦ Τηλέφου Τρωική. Ὅτι δὲ τούτων ἀπάντων ἦρχεν ὁ Πρίαμος, δηλοῖ Ἀχιλλεὺς λέγων· « ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει, Καὶ φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. » Ὅτι Ἀφνειοὶ καλοῦνται οἱ ὑπὸ Πανδάρῳ Αύκιοι ἀπὸ Ἀφνίτιδος λίμνης, ἥτις ἐστὶν ἡ Δασκυλῖτις. Ἡ δὲ Ζέλεια ἀπέχει Κυζίκου πρὸς τὴν ἔω σταδίους ρ??΄· τῆς δʼ ἐγγυτάτω θαλάττης, καθ᾿ ἢν ἐκδίδωσιν ὁ Αἴσηπος, ὅσον π΄ σταδίους. Ὅτι ἡ μέν Ζέλεια μεσόγειός ἐστιν, ὑποπεπτώκασι δ᾿ αὐτῇ τὰ περὶ Κύζικον καὶ Πρίαπον χωρία. Καὶ ἔστι περὶ τὴν Ζέλειαν ὁ Τάρσιος ποταμὸς, ἔχων κ΄ διαβάσεις τῆ αὐτῇ ὁδῷ, καθάπερ ὁ Ἑπτάπορος. Ὅτι μεταξὺ Αἰσήπου ποταμοῦ καὶ Πριάπου ὁ Γράνικος ῥεῖ ποταμὸς, τὰ πολλὰ διὰ Ἀδραστείας πεδίου· Πρίαπος δ᾿ ἐστὶ πόλις ἐπὶ θαλάττῃ καὶ λιμήν.