<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0099.tlg004.1st1K-grc1"><div type="textpart" subtype="book" n="12"><div type="textpart" subtype="section" n="70"><p>Ὅτι τὰ περὶ τὸν Τυφῶνα πάθη καὶ τοὺς Ἀρίμους
κατὰ τὴν κεκαυμένην Φρυγίαν ἢ Λυδίαν συμβῆναί
φασι. Τινὲς δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν
λέγουσιν εἶναιο τοιαῦτα.</p></div></div><div type="textpart" subtype="book" n="13"><pb n="606"/><head>ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ
ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ
ΒΙΒΛΙΟΥ ΙΓ΄.</head><div type="textpart" subtype="section" n="1"><p>Ὅτι ἀπὸ Κυζίκου καὶ τῶν περὶ Αἴσηπον ποταμὸν
τόπων καὶ Γράνικον μέχρι Ἀβύδου ἡ τῆς Προποντίδος
παραλία ἐστίν· ἀπὸ δὲ Ἀβύδου μέχρι Λέκτοῦ
τὰ περὶ Ἴλιον καὶ Ἀλεξάνδρειαν τὴν Τρωάδα ἐστί
τούτων δʼ ἁπάντων ἡ Ἴδη τὸ ὄρος ὑπέρκειται· ἀπὸ δὲ
Λέκτου μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων
ἐστὶ τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ
Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον, οἷς
ἀντίκειται ἡ Λέσβος νῆσος· εἶθ᾿ ἑξῆς τὰ περὶ Κύμην
μέχρι Ἕρμου καὶ Φωκαίας Αἰολίς ἐστι· τὰ δʼ ἑξῆς
Ἰωνία.</p></div><div type="textpart" subtype="section" n="2"><p>Ὅτι ἀπὸ Κυζίκου καὶ τοῦ Αἰσήπου ποταμοῦ
μέχρι Καΐκου ποταμοῦ ἡ παῤ Ὁμήρῳ ἐστὶ Τρωῖκὴ
χώρα, διηρημένη εἰς θ΄ ἐπαρχίας· ἡ δὲ τῶν Αἰολέων
ὕστερον ἀποικία ἄλλως τὰς ἐπαρχίας διεῖλε ταύτας,
ὅλην τὴν Τρωῖκὴν νειμαμένη καὶ ὥως Ἕρμου ποταμοῦ
ἐκταθεῖσα· γενεαῖς δὲ δ΄ προτερεύει ἡ Αἰολικὴ ἀποικία
τῆς Ἰωνικῆς. Καὶ γὰρ ὁ τοῦ Ἀγαμέμνονος Ὀρέστης
ἦρξε τοῦ στόλου τῆς Αἰολικῆς ἀποικίας· τελευτήσαντος
δʼ ἐν Ἀρκαδίᾳ, ὁ υἱὸς αὐτοῦ Πενθίλος ἦρξε καὶ προῆλθε
μέχρι Θρᾴκης ὕστερον τῶν Τρωικῶν ἔτεσιν ξ΄, κατὰ
τὴν τῶν Ἡρακλειδῶν κάθοδον εἰς Πελοπόννησον· εἶτ᾿
Ἀρχέλαος, υἱὸς αὐτοῦ, ἐπεραίωσε τοὺς Αἰολεῖς εἰς τὴν
περὶ Κύζικον καὶ Δασκύλιον χώραν. Γρᾶς δ᾿ , ὁ τούτου
υἱὸς νεώτατος, ἦλθιν ἕως Γρανίκου ποταμοῦ καὶ περαιωθεὶς
κατέσχε τὴν Λέσβον· Κλεύης δʼ ὁ Δώρου καὶ
Μαλαὸς, ἀπόγονοι καὶ αὐτοὶ Ἀγαμέμνονος, πρῶτα
μὲν κατέσχον Λοκρίδα καὶ Φρίκιον ὄρος, πολὺν χρόνον
ὕστερον δὲ διαβάντες ἔκτισαν τὴν Κύμην τὴν Φρικωνίδα
κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους.</p></div><div type="textpart" subtype="section" n="3"><p>Ὅτι Πρίαπος πόλις ἐστὶ περὶ Κύζικον, ἀνταίρων
τῇ Ἀρτάκῃ πόλει Κυζικηνῇ.</p></div><div type="textpart" subtype="section" n="4"><p>Ὅτι ὁ Αἴσηπος ποταμὸς ἀνατολικώτερός ἐστι
τῆς Κυζίκου πόλεως.</p></div></div></div></body></text></TEI>