Ὅτι τὰ περὶ τὸν Τυφῶνα πάθη καὶ τοὺς Ἀρίμους κατὰ τὴν κεκαυμένην Φρυγίαν ἢ Λυδίαν συμβῆναί φασι. Τινὲς δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν λέγουσιν εἶναιο τοιαῦτα. ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄. Ὅτι ἀπὸ Κυζίκου καὶ τῶν περὶ Αἴσηπον ποταμὸν τόπων καὶ Γράνικον μέχρι Ἀβύδου ἡ τῆς Προποντίδος παραλία ἐστίν· ἀπὸ δὲ Ἀβύδου μέχρι Λέκτοῦ τὰ περὶ Ἴλιον καὶ Ἀλεξάνδρειαν τὴν Τρωάδα ἐστί τούτων δʼ ἁπάντων ἡ Ἴδη τὸ ὄρος ὑπέρκειται· ἀπὸ δὲ Λέκτου μέχρι Καΐκου ποταμοῦ καὶ τῶν Κανῶν λεγομένων ἐστὶ τὰ περὶ Ἄσσον καὶ Ἀδραμύττιον καὶ Ἀταρνέα καὶ Πιτάνην καὶ τὸν Ἐλαϊτικὸν κόλπον, οἷς ἀντίκειται ἡ Λέσβος νῆσος· εἶθ᾿ ἑξῆς τὰ περὶ Κύμην μέχρι Ἕρμου καὶ Φωκαίας Αἰολίς ἐστι· τὰ δʼ ἑξῆς Ἰωνία. Ὅτι ἀπὸ Κυζίκου καὶ τοῦ Αἰσήπου ποταμοῦ μέχρι Καΐκου ποταμοῦ ἡ παῤ Ὁμήρῳ ἐστὶ Τρωῖκὴ χώρα, διηρημένη εἰς θ΄ ἐπαρχίας· ἡ δὲ τῶν Αἰολέων ὕστερον ἀποικία ἄλλως τὰς ἐπαρχίας διεῖλε ταύτας, ὅλην τὴν Τρωῖκὴν νειμαμένη καὶ ὥως Ἕρμου ποταμοῦ ἐκταθεῖσα· γενεαῖς δὲ δ΄ προτερεύει ἡ Αἰολικὴ ἀποικία τῆς Ἰωνικῆς. Καὶ γὰρ ὁ τοῦ Ἀγαμέμνονος Ὀρέστης ἦρξε τοῦ στόλου τῆς Αἰολικῆς ἀποικίας· τελευτήσαντος δʼ ἐν Ἀρκαδίᾳ, ὁ υἱὸς αὐτοῦ Πενθίλος ἦρξε καὶ προῆλθε μέχρι Θρᾴκης ὕστερον τῶν Τρωικῶν ἔτεσιν ξ΄, κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον εἰς Πελοπόννησον· εἶτ᾿ Ἀρχέλαος, υἱὸς αὐτοῦ, ἐπεραίωσε τοὺς Αἰολεῖς εἰς τὴν περὶ Κύζικον καὶ Δασκύλιον χώραν. Γρᾶς δ᾿ , ὁ τούτου υἱὸς νεώτατος, ἦλθιν ἕως Γρανίκου ποταμοῦ καὶ περαιωθεὶς κατέσχε τὴν Λέσβον· Κλεύης δʼ ὁ Δώρου καὶ Μαλαὸς, ἀπόγονοι καὶ αὐτοὶ Ἀγαμέμνονος, πρῶτα μὲν κατέσχον Λοκρίδα καὶ Φρίκιον ὄρος, πολὺν χρόνον ὕστερον δὲ διαβάντες ἔκτισαν τὴν Κύμην τὴν Φρικωνίδα κληθεῖσαν ἀπὸ τοῦ Λοκρικοῦ ὄρους. Ὅτι Πρίαπος πόλις ἐστὶ περὶ Κύζικον, ἀνταίρων τῇ Ἀρτάκῃ πόλει Κυζικηνῇ. Ὅτι ὁ Αἴσηπος ποταμὸς ἀνατολικώτερός ἐστι τῆς Κυζίκου πόλεως.