Ὅτι ὑπὲρ τῆς Ἐπικτήτου πρὸς νότον ἐστὶν ἡ μεγάλη Φρυγία, ἔχουσα ἐπ᾿ ἀριστερὰ τὴν Πεσσινοπυντα καὶ Λυκάονας, ἐν δεξιᾷ δὲ Λυδίαν καὶ Καρίαν. Ἐν αὐτῇ δ᾿ εἰσὶν ἢ τε παρώρειος φρυγία καὶ Πισιδία καὶ Ἀμόριον καὶ Εὐμενία καὶ Σύνναδα εἶτ᾿ Ἀπάμεια ἡ Κιβωτὸς λεγομένη καὶ Λαοδίκεια καὶ Κολοσσαί. Ὅτι ὁ Μαρσύας ποταμὸς, ἀνίσχων ἐξ Ἀπαμείας, μεγάλης πόλεως, ἐξίησιν εἰς τὸν Μαίανδρον. Ὅτι τοσοῦτόν ἐστιν ὁ Μαιάνδρου τοῦ ποταμοῦ ῥοῦς σκολιὸς, ὤστε ἐξ ἐκείνου πάντα τὰ σκολιὰ Μαιάνβρους καλεῖσθαι. Ὅτι πᾶσα σχεδὸν ἡ περὶ τὸν Μαίανδρον ποταμὸν χώρα εὔσειστός ἐστι καὶ ὑπόνομος πυρί τε καὶ ὕδατι ἀπὸ τῶν πεδίων ἕως Μαγνησίας καὶ Ἱεραπόλεως. Ὅτι τὴν Πριήνην, πρὶν παραλίαν οὖσαν, νῦν ὁ Μαίανδρος ποταμὸς διὰ τὴν πολλὴν χοῦν μεσόγαιαν ἐποίησε σταδίων μ΄ προσχώματι.