Ὅτι τῆς Δασκυλίτιδος λίμνης ὑπέρκεινται δύο ἄλλαι λίμναι, ἢ τε Ἀπολλωνιᾶτις κοὶ ἡ Μιλητοπολῖτις. Ὄτι ὁ ἐν Κυζίκῳ ναὸς Δινδυμήνης, μητρὸς θεῶν, Ἀργοναυτῶν ἐστιν ἵδρυμα. Ὅτι τὸ παλαιὸν εὐνομώταται πόλεις ἦσαν καὶ δυναταὶ Κύζικος, Ῥόδος, Μασσαλία, Καρχηδὼν, Ῥώμη, Σπάρτη. Ὅτι τῆς Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια καὶ Κοτιάειον καὶ Μιδάειον καὶ Δορυλάειον πόλεις καὶ Κάδοι. Ὅτι ἡ Μυσία κατὰ τὴν μεσόγαιαν ἀπὸ τῆς Ὀλυμπηνῆς ἐπὶ τὴν Περγαμηνὴν καθήκει καὶ τὸ Καΐκου λεγόμενον πεδίον.