Ὅτι ἡ νῦν καλουμένη χώρα Ὀτροία ἀπὸ Ὀτρέως τοῦ Φρυγὸς ἐκλήθη, οὗ καὶ Ὅμηρος μέμνηται λαοὺς Ὀτρῆος. Ὅτι Ἵππαρχος καὶ Θεοδόσιος καὶ οἱ τούτου παῖδες μαθηματικοὶ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς Βιθυνοὶ ἦσαν. Ὅτι οἱ ἐν Ἀσίᾳ Γαλάται μέτοικοί εἰσι τῶν Κελτικῶν Γαλατῶν καὶ ἐπεραιώθησαν εἰς τὴν Ἀσίαν, Αεοννορίου τινὸς ἡγουμένου αὐτῶν. Ὅτι μετὰ τὴν Γαλατίαν πρὸς νότον ἡ λίμνη ἐστὶν ἡ Τάττα, παρακειμένη τῇ μεγάλῃ Καππαδοκίᾳ, μέρος οὖσα τῆς μεγάλης Φρυγίας καὶ ἡ συνεχής ταύτῃ μέχρι τοῦ Ταύρου ὄρους. Ἡ δὲ Τάττα λίμνη ἁλοπήγιόν ἐστιν αὐτοφυές. Οὕτως δὲ περιπήττεται ῥᾳδίως τὸ ὕδωρ παντὶ τῷ βαπτισθέντι εἰς αὐτὸ, ὡς στεφάνους ἀλῶν ἀνέλκουσιν, ἐπειδὰν καθῶσι κύκλον σχοίνινον· τά τε ὄρνεα ἁλίσκεται τὰ προσαψάμενα τῷ πτερώματι τοῦ ὕδατος, παραχρῆμα πίπτοντα διὰ τὴν περίπηξιν τῶν ἁλῶν. Ὅτι τὰ Ἴσαυρα πόλις ἐστὶν, ἀφʼ ἧς καὶ ἡ χώρα Ἰσαυρία καὶ τὸ ἐθνικὸν Ἰσαυρεύς.