Ὅτι Κίος ἑταῖρος ἦν Ἡρακλέους, εἷς τῶν Ἀργοναυτῶν, ὅστις, ἐκ Κόλχων ὑποστρέψας, ἔκτισε τὴν ἀφʼ ἑαυτοῦ ὀνομασθεῖσαν Κίον πόλιν. Ὄτι ἀπὸ Προύσης πόλεως τὸ ἐθνικὸν Προυσιεὺς λέγεται. Ὅτι ἡ Ἀσκανία ὑπὸ δύο ἐθνῶν χωρὶς ᾠκεῖτο, Φρυγῶν τε καὶ Μυσῶν. Μαρτυρεῖ δʼ Ὅμηρος λέγων· « Μυσῶν ἀγχεμάχων ἡγήτορα, Οἵ ῥ᾿ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοί. » Καὶ πάλιν· « Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος Τῆλʼ ἐξ Ἀσκανίης. Λέγοι δʼ ἂν τὴν νῦν Νίκαιαν. Ὅτι Ὅμηρος τὸν Αἴσηπον ποταμὸνπέρας ὁρίζει τῆς τε Τρωάδος καὶ Μυσίας· ἔοικε δὲ ὁ Πάνδαρος Κυζικηνὸς εἶναι. Ὅτι Νίκαια κτίσμα ἐστὶν Ἀντιγόνου τοῦ Φιλίππου, Μακεδόνων στρατηγοῦ, ὃς πρὸς τὸν Νικάτορα Σέλευκον πολεμῶν ἐφθάρη. Ὕστερον δὲ καὶ Λυσίμαχος ἐπέκτισεν ὁ σὸν Ἀλεξάνδρῳ ἐπὶ Ἰνδοὺς στρατεύσας· ὃς Νίκαιαν αὐτὴν ἐκάλεσεν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Νικαίας, τῆς Ἀντιπάτρου παιδὸς, ἀδελφῆς Κασσάνδρου.