Ὅτι περὶ Πιμόλισσαν καὶ Πομπηιόπολιν ὄρος ἐστὶ τὸ Σανδαρακούργιον, κοῖλον ἐκ τῆς μεταλλείας. ἐκ διωρύχων μεγάλων· ἔνθα διὰ τὸ νοσῶδες καὶ λοιμικὸν τοῦ ὀρυττομένου χώρου καὶ ἀέρος, πολλῶν φθειρομένων ἐκ τῶν νόσων, ἠμελήθη τὸ μέταλλον. Ὅτι ἡ περὶ Νίκαιαν πόλιν λίμνη Ἀσκανία καλεῖται καὶ ἡ χώρα. Ὅτι τὴν Βιθυνίαν ὁρίζει ὁ Σαγγάριος ποταμὸς καὶ ἡ Ποντικὴ παραλία ἕως τοῦ στόματος καὶ Χαλκηδόνος, ἀπὸ δὲ δύσεως ἡ Προποντὶς, πρὸς νότον δὲ ἥ τε Μυσία καὶ ἡ Ἐπίκτητος καλουμένη Φρυγία· ἡ δʼ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλεῖται. Ὅτι ὁ περὶ Νικομήδειαν κόλπος Ἀστακηνὸς καλεῖται. Ὅτι τὸ περὶ Κίον ὄρος Ἀργανθώνιον καλεῖται, διῆκον ἕως Νικομηδείας.