Ὅτι ἡ μικρὰ Ἀρμενία ἦρξέ ποτε Τιβαρηνῶν τε καὶ Χαλδαίων καὶ Φαρνακίων, ἀλλʼ ὁ Εὐπάτωρ Μιθριδάτης, τούτους ταπεινώσας, τὴν ἀρχὴν αὐτῶν ἐσφετερίσατο καὶ ἔτι Κόλχων ἦρξιν. Ὄτι τῇ Φαρνακία συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα· τούτων δʼ ἡ Φανάροια ὑπέρκειται, ἐλαιόφυτος χώρα καὶ εὐδαίμων, μεταξὺ κειμένη Λύκου τε ποταμοῦ καὶ Ἴριδος ποταμοῦ. Ὅτι ὑπὲρ τὴν Φανάροιαν τὰ Ποντικὰ Κόμανα κεῖται, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ. Ὅτι διὰ τὸ πλῆθος τῶν ἐν Κορίνθῳ ἑταιρίδων καὶ τὴν εἰς αὐτὰς δαπάνην παροιμία γέγονεν· « οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς· » ἀλλὰ τῶν πλουσίων δηλονότι. Ὅτι ὁ Ὄλγασσυς ὄρος ἐστὶν ὑψηλότατον, δυσμικώτερον Ἅλυος ποταμοῦ· οὗ ἐγγὺς Δομανῖτίς τε καὶ Βλαηνὴ χώρα. Διὰ δὲ τῆς Δομανίτιδος Ἀμνίας ῥεῖ ποταμὸς, ἔνθα Μιθριδάτης ὁ Εὐπάτωρ τὰς Νικομήδους τοῦ Βιθυνοῦ δυνάμεις ἄρδην ἠφάνισε διὰ τῶν ἑαυτοῦ στρατηγῶν, ὡς πάρεργον τοῦτο πράξας· ὁ δὲ φυγὰς εἰς τὴν Ἰταλίαν ἔπλευσε μετʼ ὀλίγων· ὁ δὲ ἀκολουθήσας τήν τε Βιθυνίαν εἷλεν ἐξ ἐφόδου καὶ τὴν Ἀσίαν κατέσχε μέχρι Καρίας καὶ Λυκίας.