Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία. Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης, πρωτὸς γειωγρκφικὸν πίνκκα ἐξέδωκεν· Ἑκατκῖος δὲ σύγγραμμκ. Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς. Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας. Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.