Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ. Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. « ἀποπτύει δʼ ἁλὸς ἄχνην· » ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, « πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν. Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα. Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς. Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν.