Ὅτι τὴν Φάρον νῆσον Ὅμηρος πελαγίαν λέγει, οὐχ οὕτως οὖσαν νῦν. Ἀλλὰ τοῦτο θαυμασίως εἶρηκεν· αἰνίττεται γὰρ ὅτι ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου, ὡς καὶ Ἡρόδοτος ἔλεγε· καὶ ὅτι πρὸ μυρίων ἐτῶν πελαγία οὖςα νῦν διὰ τὴν πρόσχωσιν πλησιάζει Αἰγύπτῳ. Ὅτι τὸ « Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, » Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται. Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· « αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· » ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων· καὶ πάλιν· « εἴτ’ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· » καὶ αὖθις.« Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται. Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν ἂν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη. Ὅτι παροιμίαι εἰσὶ τῶν ὑπερβολῶν ὑπερβολὰς ἐμφαινουσαι αὗται· φελλοῦ σκιᾶς κουφότερον· Φρυγὸς λαγὼ δειλότερον· ὁ ἀγρὸς γῆν ἔχει Λακωνικῆς ἐπιστολῆς ἐλάττονα.