Ὅτι τὸ « τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ » δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν. Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος. Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν. Ὅτι τὸ « Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, » καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει. Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου πως ὄντος· ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων· τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.