Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα. Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων. Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων. Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν, οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν. Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.