Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν. Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις. Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει. Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα. Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.