Ἐνδυμίωνος ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων. Ἐνδυμίωνος γὰρ κάλλει διενεγκόντος ἠράσθη Σελήνη, καὶ Ζεὺς αὐτῷ δίδωσι ταύτης αἰτησαμένης ὃ βούλεται ἑλέσθαι· ὁ δὲ αἱρεῖται κοιμᾶσθαι διαπαντὸς ἀθάνατος καὶ ἀγήρως μένων. Ἐκ τούτου τὴν προυμίαν γενέσθαι φασί. Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. Τοιαύτη δὲ ἐστὶ καὶ ἡ λέγουσα· Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς. Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς. καί· Ἐν γὰρ ἀμούσοις Καὶ κορυδὸς [κύκνου] φθέγγετ’ [ἀοιδότερος.] Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων πραγμάτων. Ἐπειδὴ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ. Ἐντὸς ἑβδόμης: ἀπείρητο Ἀθήνησι στρατιὰν ἐξάγειν πρὸ τῆς τοῦ μηνὸς ἑβδόμης. Ἐπακτὸς ὅρκος: οὐκ ἐγχώριος, ἀλλ’ ἀπὸ ξένης ἐπηγμένος· ἢ ὃν ἕτερος ἐπάγει, οὐκ αὐθαίρετος.