Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές. Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἔνεισιν ἐν δειλοῖσι κἄνανδροι λόγοι: ὅτι φησὶ καὶ οἱ λόγοι ταῖς ψυχαῖς συσχηματίζονται καὶ τυποῦνται. Ἐν ἅλῳ δρασκάζεις: ἀντὶ τοῦ, ἐν ἅλῳ κρύπτῃ. Ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτὸς ἐστιν ἡ ἅλως. Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐγχειρούντων πράγμασιν. Ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους.