Ἐλάφειος ἀνήρ: ἐπὶ τοῦ δειλοῦ, ἐκ μεταφορᾶς τοῦ ζώου. Δειλὸν γὰρ ἡ ἔλαφος. Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων. Ἐλέφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγαλοποιούντων. Λουκιανὸς Μυίας ἐγκωμίῳ· Μὴ καὶ δόξω, κατὰ τὴν παροιμίαν, ἐλέφαντα ἐκ μυίας ποιεῖν. Ἐλεύθεραι αἶγες ἀρότρων: ἐπὶ τῶν βάρους τινὸς ἢ κακῶν ἀπηλλαγμένων. Ἔνεστι κἀν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.