Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων. Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος: ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων. Ἐπεὶ γὰρ ἐστὶ τὰ μεταξὺ τούτων τῶν πόλεων εὐφορώτατα χωρία. Ἐμαυτῷ βαλανεύσω: παροιμία, οἱονεὶ ἐμαντῷ διακονήσω. Λέγεται δὲ ὅταν ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ τις λαμβάνῃ τὴν ἀρύταιναν καὶ διακονῇ· ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ. Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων. Κᾶρες γὰρ ἐμισθοφόρησαν πρῶτοι. Ἄλλοι τὴν παροιμίαν τιθέασι ἐπὶ τῶν εὐκαταφρονήτων· φασὶ γὰρ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μισθοῦ στρατεύσασθαι· τοὺς οὖν τὸ ἀργύριον διδόντας προτάττειν τοὺς Κᾶρας ἑαυτῶν, ὡς μέλλοντας ἀποθνήσκειν ὑπὲρ τῶν μισθουμένων. Εἴρηται οὖν διὰ τοῦτο ἡ παροιμία. Ἐν κοτύλῃ φέρῃ: παιδιᾶς εἶδος· ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ, ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο.