Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ: παρόσον ὑπὸ ἑνὸς οὐδὲν κατορθοῦται. Εἰς πάγας ὁ λύκος: ἀντὶ τοῦ, Εἰς ἠκονημένας μαχαίρας ἡ αἴξ. Ἐπὶ τῶν εἰς κίνδυνον προὖπτον ἡκόντων. Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως. Εἰ μὴ δύναιο βοῦν, ἔλαυν’ ὄνον: ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παρεγγυωμένων. Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.