Εἰς οὐρανὸν τοξεύεις: ἐπὶ τῶν διακενῆς πονούντων. Ἐκ τριχὸς κρέμαται; ἐπὶ τῶν σφόδρα κινδυνευόντων. Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως τι λαμβανόντων. Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ’ οἷς ἔπραξαν. Εἰς ἀρχαίας φάτνας; ἐπὶ τῶν ἀπολαύσεώς τνος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐλθόντων δίαιταν.