Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ, τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι. Δῶρον δ’ ὅ τι δῷ τις ἐπαίνει: αὕτη κόμμα ἐστὶ χρησμοῦ τοῦ δοθέντος Μυσκέλλῳ τῷ Ῥυπὶ, καθ’ ὃν δὴ χρόνον Κρότωνα οὐκ ἐβούλετο οἰκίζειν, [ἀλλὰ] Σύβαριν, ὥς φησιν Ἵππυς ἐν τῷ περὶ χρόνων: Φησὶ δὲ οὕτως ἔχειν τὸν χρησμόν· Μύσκελλε βραχύνωτε, παρὲκ θεὸν ἄλλα ματεύων οὔδ’ ἅλα θηρεύσεις· δῶρον δ’ ὅ τι δῷ τὶς, ἐπαίνει. Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων, Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ ἀναξίως εὐπραγησάντων, εἶτα θρυπτομένων ἐπὶ τοῖς παροῦσι. Ναύαρχος γὰρ ὁ Μάνδρων ἐχειροτονήθη πρὸς τὰ ἐν Ἑλλης πόντῳ ἀνάξιος ὤν· φασὶ δὲ καὶ συκίνης ἄρχειν νηὸς, τουτέστιν, εὐτελεστάτης. Τὰ γὰρ σύκινα ξύλα εὐτελῆ καὶ ἄχρηστα. Ἐν φρέατι κυσὶ μάχεσθαι; ἐπὶ τῶν μοχθηρῶς τινι προςπαλαιόντων καὶ ἀποφυγεῖν μὴ δυναμένων.