Δεξιὸν εἰς ὑπόδημα, ἂριστερὸν εἰς ποδόνιπτρον: ἐπὶ τῶν ἁρμοδίως τοῖς πράγμασι κεχρημένων. Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακουργοτάτων· τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τοῦ ἀδυνάτου διὰ τὸ εὐκίνητον εἶναι. Πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ διδόμενα ἢ ἔχειν. Δουλότερος Μεσσήνης: ἐπειδὴ πολλάκις ἀποστάντας τοὺς Μεσσηνίους ἐδουλώσαντο οἱ Λακεδαιμόνιοι καὶ ἐχρῶντο αὐτοῖς χαλεπώτερον ἢ τοῖς ἄλλοις δούλοις. Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων φησὶν ὁ Χρύσιππος, ἀλλὰ καὶ [ἐπὶ τῶν] μικρῶν μενόντων εἴρηται ἡ παροιμία. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος.