Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων. Δειλότερος εἶ τοῦ παρακύπτοντος: ἐπὶ τῶν σφόδρα δειλῶν. Ἀνὴρ γάρ τις οὕτως ἐγένετο δειλὸς, ὥστε διὰ φόβον Ἡρακλέους κατέδυ εἰς σπήλαιον καὶ διὰ δειλίαν ἀπέθανε. Παρακύψας γὰρ ἐκ τοῦ σπηλαίου καὶ ἰδὼν τὸν Ἡρακλέα, ἀπελιθώθη καὶ διέμεινεν ἔτι καὶ νῦν ὁ λίθος ἀνθρωποειδὴς τὴν κεφαλὴν ὑπερέχων τοῦ σπηλαίου. Δὶς καὶ τρὶς τὸ καλόν; ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν. Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. Διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ πολὺ διῆκον. Οὕτως οὐ μακρὰ καὶ διωλύγιος φλυαρία Πλάτων. Δειλὸν ὁ Πλοῦτος: παρόσον οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται καὶ κύνας τρέφουσι καὶ πολλὰς ἑαυτῶν ποιοῦνται φυλακάς.