Δόρυ καὶ κηρύκιον: παροιμία, ἣν ἔνιοι πειθανάγκην λέγουσιν. Εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκιον. Δραχμὴ χαλαζῶσα: ἐπὶ Διοφάντου τὸ θεωρικὸν ἐγένετο δραχμή· ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε ἀπὸ τοῦ ἀέρος, χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον. Δίκη δίκην ἔτικτε καὶ βλάβην βλάβη: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκας δίκαις. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον: ἐπὶ τῶν δεύτερον τοῖς αὐτοῖς περιπιπτόντων. Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἐν ἐκείνοις τινὰ παιδοτριβούντων, ἐν οἷς ἤσκηται.