Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ πραττόντων. Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα πρὸς τὸ κρεῖττον ἐκδεχομένων. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῦν βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφήν· οὐκ ἔχειν δὲ φάσκοντος ἐκείνου, ἄραντος δὲ βῶλον δοῦναι αὐτῷ· τὸν δὲ λαβόντα φάναι, Δέχεται καὶ βῶλον Ἀλήτης. Διπλοῦς ἄνθρας: τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. Ὅθεν ἐπίγραμμα, Μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα, χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις. Δις ἑπτὰ πληγαῖς πουλύπους πιλούμενος: ἐπὶ τῶν κολάσεως ἀξίων. Παρόσον ὁ πολύπους θηρευθεὶς τύπτεται πολλάκις πρὸς τὸ πίων γενέσθαι. Δίχολοι γνῶμαι: παρὰ τὸ διχῇ ἰδιότροποι, κατὰ μετάληψιν. Χόλος γὰρ ἡ ὀργὴ, ὀργή δὲ τρόπος. Βακχυλίδης, Ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι.