Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἴσως παρὰ τὴν στάσιν. Δικτύῳ ἄνεμον θηρᾷς; ἐπὶ τῶν μάτην καὶ ἀνοήτως τὸ ποιούντων. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γινομένων. Διὰ μαχαιρῶν καὶ πυρὸς ῥίπτειν δεῖ; ἐπὶ τῶν παραβαλλομένων καὶ ῥιψοκίνδυνα ποιούντων. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων.