Δάτος ἀγαθῶν: πόλεως ὄνομα ἣν ἀπῴκησαν Θάσιοι· ἐφ’ ᾖ καὶ παροιμία ἐλέχθη, Δάτος ἀγαθῶν, ὡς οὔσης καλλίστης· ἔχει δὲ καὶ χρύσεα μέταλλα καὶ ἔστιν εὐδαίμων. Δαφνίνην φορῷ βακτηρίαν: τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινων ἐπιβουλευόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δαυλίαν κορώνην: ἀντὶ τοῦ ἀηδόνα. Δαυλία δὲ ἐλέχθη διὰ τὸ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίδι τῆς Φωκίδος συστῆναι· οἱ δὲ, ὅτι περὶ τὴν Δαυλίαν καταλαμβανόμεναι αἱ περὶ τὴν Πρόκνην μετέβαλον εἰς ὄρνιθας· ἔνιοι δὲ τὴν δασεῖαν ἀκούουσι· δαυλὸν γάρ ἐστι τὸ δασύ. Τὰ δὲ περὶ τὸν Τηρέα καὶ τὴν Πρόκνην οὕτως ἔχει· Πανδίων θυγατέρας ἐσχηκὼς δύο, Πρόκνην καὶ Φιλομήλαν, ἠγάγετο νυμφίον ἐπὶ τῇ Πρόκνῃ τὸν Τηρέα· ὁ δὲ τῆς Φιλομήλας ἐρασθεὶς καὶ βιασάμενος αὐτὴν, ἵνα μή τινι τὸ γεγονὸς ἐξείπῃ, τὴν γλῶτταν αὐτῆς ἀπέτεμεν. Ἐκείνη δὲ πέπλῳ ὑφάνασα γράμματα, διὰ τούτων ἐμήνυσε Πρόκνῃ τὰς ἰδίας συμφοράς. Μαθοῦσα τοίνυν ἡ Πρόκνη τὰ συμβάντα τῇ Φιλομήλᾳ, Ἴτυν ἀπέκτεινεν, ὃν εἶχε παῖδα ἐκ Τηρέως, καὶ αὐτῷ παρατίθησι τὰ τοῦ παιδὸς μέλη εἰς βρῶσιν. Γνοὺς δὲ τὸ γεγονὸς ὁ Τηρεὺς Πρόκνην καὶ Φιλομήλαν ἀπ’ αὐτοῦ φευγούσας ἐδίωκεν. Αἱ δὲ καταλαμβανόμεναι ηὔξαντο ἀφανεῖς γενέσθαι καὶ μετεβλήθησαν, Πρόκνη μὲν εἰς ἀηδόνα, Φιλομήλα δὲ εἰς χελιδόνα. Ὅθεν ἔτι καὶ νῦν αἱ χελιδόνες τετμημένας τὰς γλώσσας ἔχουσι· Τηρεὺς δὲ εἰς ἔποπα μεταβληθεὶς Ἴτυν εἰς δεῦρο θρηνεῖ. Δευτέρων ἀμεινόνων: παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερον ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.