Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὸ διαπραττομένων. Ταῖς γὰρ νέαις πρέπει τὸ χορεύειν. Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων. Γυμνῷ φυλακὴν ἐπιτάττεις: παροιμία ἐπὶ τῶν μὴ δυναμένων τὰ προςτάγματα πληροῦν, διὰ τὸ ἀναγκαῖον αὐτὸ γενέσθαι. Γλῶσσα ποῖ πορεύῃ; πόλιν ἀνορθώσασα καὶ πόλιν καταστρέψουσα: ἐπὶ τῶν διὰ λόγων ἢ ὠφελούντων ἢ βλαπτόντων. Γέλως συγκρούσιος: Ἄκοσμος καὶ ἄτακτος· παρόσον τινὲς γελῶντες τὰς χεῖρας ἢ τοὺς πόδας συγκρούουσιν.