Γλαύκου τέχνη; ἢ ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων, ἢ ἐπὶ τῶν πάνυ ἐπιμελῶς καὶ ἐντέχνως εἰργασμένων. Ἵππασος γάρ τις κατεσκεύασε χαλκοῦς τέτταρας δίσκους οὕτως, ὥστε τὰς μὲν διαμέτρους αὐτῶν ἴσας ὑπάρχειν, τὸ δὲ τοῦ πρώτου δίσκου πάχος ἐπίτριτον μὲν τοῦ δευτέρου, ἡμιόλιον δὲ τοῦ τρίτου, διπλάσιον δὲ τοῦ τετάρτου, καὶ κρουομένους ἐπιτελεῖν συμφωνίαν τινά. Καὶ λέγεται Γλαῦκον ἰδεῖν τοὺς ἐπῖ τῶν δίσκων φθόγγους πρῶτον. Γλυκὺς ἀγκών: τὴν παροιμίαν φησὶν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ· κατὰ ἀντίφρασιν ἀντὶ τοῦ δυρχερής· Γαλῇ χιτώντον: ὁμοία ἡ παροιμία αὕτη τῇ· Οὐ πρέπει γαλῇ κροκωτόν. Ἐπειδὴ γαλῇ κατὰ πρόνοιαν Ἀφροδίτης γυνὴ γενομένη ἐν χιτῶνι κροκωτῷ οὖσα ἐπέδραμε μυί. Μέμνηται ταύτης Στράττις. Γραῦς Σέριφος: Ἀπολλόδωρος φησίν, ὅτι ἔστι τις παροιμιώδης λεγομένη Σεριφία γραῦς, ἡ ἐν παρθενίᾳ γεγηρακυῖα. Οἱ δὲ ἀπὸ τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν λεγομένην κατὰ Σικελίαν γραῦν σέριφον καλεῖσθαι ἢ γραῦν σερίφην. Λέγουσι δὲ ὅτι εἴ τινι ἐμβλέψειε ζῴῳ, κακόν τι ἐκείνῳ γίνεται. Γυμνότερος λεβηρίδος: Ἀριστοφάνης φησὶ Τυφλότερος λεβηρίδος. Λεβηρὶς δὲ ἐστὶ τὸ σῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεως καὶ τοῦ τέττιγος. Κυρίως δὲ λεβηρὶς, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοός· τελέως ἐστὶ δὲ καὶ τοῦτο τυφλόν· τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. Τάττουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν, καὶ οἱ μὲν τυφλότερος λεβηρίδος, οἱ δὲ κενότερος, οἱ δὲ γυμνότερος.