Βοῦς ἀλλότριος τὰ πολλὰ ἔξω βλέπει: ἐπὶ τῶν ἀμελουμένων παρ’ ἀλλοτρίων, καὶ διὰ τοῦτο πρὸς τοὺς ἰδίους δεσπότας, ὡς ἐπιμελουμένους, ἀφορώντων. Βοῦς ἄμητον ἐπιτηροῦντες: ἐπὶ τῶν μετὰ ἐπιμελείας καμνόντων. Βοῦς ὁ Μολοττῶν: αὕτη λέγεται ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα καὶ κατακοπτομένων. Οἱ γὰρ Μολοττοὶ ἐν τοὶς ὁρκμοσίοις κατακόπτοντες εἰς μικρὰ τοὺς βοῦς, τὰς συνθήκας ἐποιοῦντο. Βοιωτοῖς μαντεύσαιο; αὕτη καταρατική ἐστιν. Ἡρακλείδης γὰρ φησὶ, μαντευομένοις τοῖς Θηβαίοις περὶ πολέμου ἀπεκρίνατο ἡ προφῆτις ἡ ἐν Δωδώνῃ, νίκην αὐτοῖς ἀσεβήσασιν ἔσεσθαι. Εἷς δὲ τῶν θεωρῶν ἁρπάσας Μυρτίλαν τὴν προφῆτιν, ἐνέβαλεν εἰς θερμοῦ παρακείμενον λέβητα. Ἄλλοι δὲ φασὶν, ὅτι Θηβαίοις πολεμοῦσι Βόμβος μάντις πλείους ἔφη νικήσειν, εἰ προθύσαιεν τῶν ἡγεμόνων ἕνα. Οἱ δὲ ἀποκτείναντες τὸν Βόμβον ἐνίκησαν. Βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα: τοῦτο Εὐριπίδου ἐστί. Καὶ Ἀριστόξενος δὲ φησὶν, ὅτι Εὐριπίδης διορθῶν τὸν Τήλεφον ἐξεῖλε τὴν πεττείαν.