Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. Βάλλ’ εἰς ὄλεθρον, ἢ, Βάλλ’ ἐς κόρακας ἐπὶ τῶν ὀλέθρου ἀξίων. Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Βατράχῳ ὕδωρ: ὡς Γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων οἷς χαίρουσιν οἱ λαμβάνοντες. Εἴρηται δὲ καὶ, Βοῦς εἰς ἄμητον, ἐπὶ τῶν μέγα ὠφελουμένων. Βομβύλιος ἄνθρωπος; ἐπὶ τοῦ ἀκάρπου· παρόσον ὁ βομβύλιος καρπὸν οὐ φέρει. Ἔστι δὲ μελίττης εἶδος ἐκ πηλοῦ τὰ κηρία πλαττούσης.