Βαλὼν φεύξεσθαι οἴει; πρὸς τοὺς κακόν τι δράσαντας καὶ οἰομένους φυγεῖν. Βάλλ’ εἰς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον, Καταπόντισον. Βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν: ἐπὶ τῶν οὐ δυναμένων τοῖς ἰδίοις χρῆσθαι καλοῖς· παρόσον ἀσθενὴς ἡ βύβλος πρὸς τὸ φέρειν σῖτον. Στάχυας γὰρ ἀνατέλλουσα οὐκ ἐκτρέφει. Βῶλος ἄρουραν: ἐπὶ τῶν μεγάλοις τὰ μικρὰ προςφιλοτιμουμένων. Ὅμοιόν ἐστιν εἴ τις θαλάττῃ ἐκ χαράδρας ὕδωρ ἐπειςάγει, καὶ χαρίζεσθαι δοκεῖ. Βοῦς ἐπὶ σωρῷ; ἐπὶ τῶν ἡδυπαθούντων.