Βάλλ’ εἰς Μακαρίαν: οἱ μὲν κατὰ εὐφημισμὸν ἐξεδέξαντο λέγεσθαι, ἀντὶ τοῦ, Βάλλε εἰς δειλαιότητα. Μακαρίαν γὰρ ἐν Ἅιδου χωρίον διατυποῦσιν. Οἱ δὲ τὴν Μακαρίαν θυγατέρα φασὶν Ἡρακλέους, καὶ κατὰ χρησμὸν εἰς ἑκούσιον θάνατον ἑαυτὴν ἐπιδοῦναι, κατὰ τὴν Εὐρυσθέως ἐπὶ τὰς Ἀθήνας στρατείαν. Μετὰ θάνατον γὰρ Ἡρακλέους, διώκοντος Εὐρυσθέως τοὺς ἐκείνου παῖδας, καὶ πρὸς τὸν τοῦ Ἐλέου βωμὸν τῶν Ἡρακλειδῶν προςπεφευγότων, Ἀθηναῖοι μὴ ἐκδιδόντες αὐτοὺς, πρὸς Εὐρυσθέα πόλεμον ὑπέστησαν· (καὶ) χρησμοῦ δοθέντος, ἀπαλλαγήσεσθαι τῆς Εὐρυσθέως καταδρομῆς, εἴ τις τῶν Ἡρακλειδῶν πρὸς θάνατον ἑκούσιον ἐκδῷ ἑαυτὸν, ἡ Μακαρία πρὸς θάνατον ἑαυτὴν ἐξέδοτο, καὶ συμβαλόντες Ἀθηναῖοι νικῶσιν Εὐρυσθέα, καὶ πολλῶν πεσόντων, Εὐρυσθέα Ὕλλος ἀπέκτεινε παῖς Ἡρακλέους, καὶ αὐτοῦ τὴν κεφαλὴν πρὸς Ἀλκμήνην ἐκόμισεν· ἡ δὲ κερκίσι τοὺς ὀφθαλμοὺς ἐξώρυξεν αὐτοῦ. Τὸν οὖν τάφον τῆς Μακαρίας ἄνθεσι καὶ στεφάνοις τιμῶντες οἱ Ἀθηναῖοι ἐπέλεγον, Βάλλ’ εἰς Μακαρίαν. Τὸ μὲν οὖν πρῶτον ἐπὶ τῶν κατ’ ἀρετὴν διδόντων ἑαυτοὺς εἰς θάνατον ἡ παροιμία ἐλέγετο· ὕστερον δὲ καταχρηστικῶς ἐπὶ πάσης ἀφοσιώσεως. Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων καὶ ἀνάνδρων. Βάκηλος δὲ κυρίως λέγεται ὁ ἀπόκοπος. Βυζίνη παῤῥησία; ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων. Ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου. Βίος ἐξηυλημένος: ἐπὶ τῶν ἀχρήστων· ἐκ μεταφορᾶς τῶν ἀρχείων αὐλῶν, Βοιώτιος νόμος: ἐπὶ τῶν τὰς μὲν ἀρχὰς ἠρεμούντων, ὕστερον δὲ τοῖς κακοῖς ἐπιτεινόντων, ὡς φησὶ Σοφοκλῆς· Ὅταν τις ᾄδῃ τὸν Βοιώτιὸν νόμον. Εἴρηται δὲ ἡ παροιμία, παρόσον Βοιωτοὶ πρότερον βίον ἄλυπον καὶ ἤρεμον ἔχοντες, μετὰ τελευτὴν Λαΐου πολλοῖς κακοῖς περιέπεσον.