Ἄνω ποταμῶν ἱερῶν χωροῦσι πηγαὶ: παροιμία ἐπὶ τῶν ὑπεναντίως λεγομένων ἢ γινομένων· οἷον εἰ ὁ πόρνος τὸν σώφρονα ἔλεγε πόρνον. Ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσιν, οὐ κάτωθεν ἄνω. Ἀπ’ ὄνου καταπεσών; ἡ παροιμία τέτακται ἐπὶ τῶν μειζόνων καὶ ἀδυνάτων· ὡς Ἀριστοφάνης· Ἀπὸ τύμβου πεσών, Καὶ Εὔπολις, Ὥσπερ ἀπὸ χθονὸς πεσών. Ἀράβιος ἄγγελος: παροιμία παρὰ τὸ Ἀράβιος αὐλητὴς παραλαμβανομένη ἐπὶ τῶν ἀπαύστως διαλεγομένων. Εἴρηται δὲ ἐπὶ τοῦ Ἀραβίου αὐλητοῦ, ὡς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἀρκάδας μιμούμενος: παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων καὶ μοχθούντων. Οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν ἔσχον, ἀλλ’ ἐπὶ μισθῷ ὑπὲρ ἀλλοτρίων ἐμάχοντο. Βόκχορις: οὗτος Αἰγύπτιος ὢν ἐπὶ δικαιοσύνῃ καὶ ἐπινοία κρίσεων ἀπομνημονεύεται. Εἴρηται δὲ ἡ παροιμία ἐπὶ τῶν δικαιότατα καὶ παρευρημένως κρινόντων.