Ἀεὶ φέρει τὶ Λιβύη καινὸν κακόν: ἐπὶ τῶν κακουργοτάτων, καὶ ἀεὶ προςεξευρισκόντων νεώτερον τι κακόν. Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν; ἐπὶ τῶν ἀνάνδρων καὶ μηδενὸς ἀξίων. Ἀετὸς θρίπας ὁρῶν: ἐπὶ τοῦ ἀφροντιστοῦντος καὶ καταφρονοῦντος τῶν μικρῶν. Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος ἐστὶ τῆς Ἀρκαδίας λεπτόγεως, σκληρὸς καὶ ἄκαρπος, περὶ ὃν πονοῦντες γεωργοὶ οὐδὲν κομίζονται. Ἀνάγυρον κινεῖν: ἔστιν ὁ Ἀνάγυρος (Ἀναγυροῦς) δῆμος Ἀττικὸς, ἔνθα δυςῶδες φυτὸν φύεται, οὕτω καλούμενον Ἀνάγυρος. Εἴρηται οὖν ἡ παροιμία ἐντεῦθεν ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ κακῷ ἑαυτῶν. Τινὲς δὲ λέγουσιν ὅτι Ἀνάγυρος ἥρως γέγονεν, ὅστις τοὺς οἴκους τῶν γειτονούντων αὐτῷ ἐκ βάθρων ἀνέστρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Μέμνηται ταύτης Ἀριστοφάνης ἐν Λυσιστράτῃ.