Ἀκλητὶ κωμάζουσιν ἐς φίλων φίλοι: παροιμία ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν. Ἀεὶ κολοιὸς ποτὶ κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Ἐπειδὴ οὐ μόνον ἐστὶ τὸ ζῶον φιλάλληλον καὶ συνδυαστικὸν καὶ ἀγεληδὸν πετόμενον, ἀλλὰ καὶ ἁλίσκεται διὰ τὴν αὐτοῦ σκιὰν, προςερχόμενον αὐτῇ καθ’ ὕδατος ὁραθείσῃ. Ἀμαλθείας κέρας: ἡ παροιμία αὕτη ὁμοία ἐστὶ τῇ, Αἲξ οὐρανία. Εἴρηται δὲ ἐντεῦθεν. Ἡ Ῥέα τὸν Δία τεκοῦσα ἐν Κρήτῃ, δίδωσι τοῦτον πρέφεσθαι ταῖς Μελισσέως παισὶ Νύμφαις Ἀδραστείᾳ τε καὶ Ἴδῃ. Αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας αἰγὸς γάλακτι· αὐξηθεὶς δὲ ὁ Ζεὺς τὴν μὲν αἶγα κατηστέρισεν, ὅθεν Αἴξ οὐρανία λέγεται, θάτερον δὲ τῶν ταύτης κεράτων ταῖς Νύμφαις δίδωσι, δεδωκὼς αὐτῷ χάριν, ἵν’ ὅπερ αἱ Νύμφαι θέλωσιν, αὐταῖς ἀναβλύζῃ. Τοῦτο ὕστερον Ἀχελῶος λαβὼν, Ἡρακλεῖ δέδωκεν ἀντίλυτρον περιάξαντι θά-. τερον τῶν κεράτων αὐτοῦ, ὅτε περὶ τοῦ γάμου τῆς Δηϊανείρας πρὸς ἀλλήλους ἐμάχοντο. Εἴρηταὶ οὖν ἡ παροιμία ἐπὶ τῶν ἀφθόνως τισὶ παρεχομένων τὰς τοῦ πλουτεῖν ἀφορμάς· ἐπεὶ καὶ ὁ τὸ κέρας τῆς Ἀμαλθείας ἔχων, πᾶν ὃ ἐβούλετο ἀφθόνως ἐλάμβανεν. Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν ἐγχειρούντων διδάσκειν τινὰς ἃ ἐπίστανται μᾶλλον τῶν θελόντων διδάσκειν. Ἀετὸς ἐν νεφέλαις: ἔστι μὲν οὖν χρησμός· εἴρηται δὲ ἐπὶ τῶν δυςαλώτων, παρόσον ὁ ἀετὸς ἐν νεφέλαις ὢν οὐχ ἁλίσκεται.