Ἀβυδηνὸν ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Εὔδοξος ἐν Ὑποβολιμαίῳ. Φασὶ δὲ ὅτι τοῖς Ἀβυδηνοῖς ἔθος ἦν μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχουμένοις· κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γινομένου διὰ τὰς τίτθας, ἀηδίαν εἶναι πολλὴν τοῖς δαιτυμόσιν. Εἴρηται δὲ ἡ παροιμία καὶ ἀπὸ τοῦ ὑπ’ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους· ἔνθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδοκόμην εἶπεν. Ἀγαθώνιος αὔλησις: ἡ μαλακὴ, καὶ μήτε πικρὰ μήτε χαλαρὰ, ἀλλ’ εὔκρατος καὶ ἡδίστη. Εἴρηται δὲ ἀπὸ Ἀγάθωνος αὐλητοῦ, ὃς ἐπὶ μαλακίᾳ ἐκωμφῳδεῖτο. Ἀγαθὰ Κιλλικῶν: λείπει τὸ ἔχει. Προδότης γὰρ γέγονεν οὗτος ὁ Κιλλικῶν, Μιλήσιος τὸ γένος, ὃς προδοὺς Μίλητον εὐπόρησεν. Ἅβρωνος βίος: ἐπὶ τῶν πολυτελῶν εἴρηται ἡ παροιμία. Ἅβρων γάρ τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἁβροῦ τὸ ὄνομα γεγονέναι. Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθῶν λέγεται. Κέρκωπες γὰρ ἀπατεῶνες ἐγένοντό τινες, ἐξαπατῆσαι τὸν Δία βουλόμενοι.