98b. Ἄλλως. (S. 42.) Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὐτοῦ παῖδας ἐμπείρους ποιῆσαι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς ἔφη· ,,τεκνία μου, ἐν ἐνί μου τῶν ἀμπελώνων θησαυρὸς ἀπόκειται.“ Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕννας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὐτῶν τὴν γεωργίαν ὤρυξαν, καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δʼ ἄμπελος πολλαπλασίονα τὴν φορὰν αὐτοῖς ἀντεδίδου. Ὁ λόγος δηλοῖ, ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις 99. Γωργὸς καὶ Παῖς καὶ Κολοιοί. (F.374. C. p.271. B. 33.) Δυσμαὶ μὲν ἦσαν Πλειάδων, σπόρου δʼ ὥρη· καί τις γεωργὸς πυρὸν εἰς νεὸν ῥίψας ἐφύλασσεν ἑστώς· καὶ γὰρ ἄκριτον πλήθει μέλαν κολοιῶν ἔθνος ἦλθε δυσφώνων, ψᾶρές τʼ ὀρύκται σπερμάτων ἀρουραίων. τῷ δʼ ἠκολούθει σφενδόνην ἔχων κοίλην παιδίσκος. οἱ δὲ ψᾶρες ἐκ συνηθείης ἤκουον, εἰ τὴν σφενδόνην πότʼ ᾐτήκει, καὶ πρὶν λαβεῖν ἔφευγον. εὗρε δὴ τέχνην ὁ γεωργὸς ἄλλην, τόν τε παῖδα φωνήσας ἐδίδασκεν· ,, ὦ παῖ, χρὴ γὰρ ὀρνέων ἡμᾶς σοφὸν δολῶσαι φῦλον· ἡνίκʼ ἂν τοίνυν ἔλθωσ’, ἐγὼ μὲν“ εἶπεν ,,ἄρτον αἰτήσω, σὺ δʼ οὐ τὸν ἄρτον, σφενδόνην δέ μοι δώσεις.“ οἱ ψᾶρες ἦλθον κἀνέμοντο τὴν χώρην. ὁ δʼ ἄρτον ᾔτει, καθάπερ εἶχε συνθήκην· οἱ δʼ οὐκ ἔφευγον. τῷ δʼ ὁ παῖς λίθων πλήρη τὴν σφενδόνην ἔδωκεν· ὁ δὲ γέρων ῥίψας τοῦ μὲν τὸ βρέγμα, τοῦ δʼ ἔτυψε τὴν κνήμην, ἑτέρου τὸν ὦμον· οἱ δʼ ἔφευγον ἐκ χώρης. γέρανοι συνήντων καὶ τὸ συμβὰν ἠρώτων. καί τις κολοιῶν εἶπε· ,,φεύγετʼ ἀνθρώπων γένος πονηρὸν, ἄλλα μὲν πρὸς ἀλλήλους λαλεῖν μαθόντων, ἄλλα δʼ ἔργα ποιούντων.“ Δεινὸν τὸ φῦλον τῶν δόλῳ τι πραττόντων.] 100. Γεωργὸς καὶ Πελαργός. (C. 172 et p.358. F. 76. B. 13.) Ἐν ἀρούρᾳ παγίδας γεωργὸς ἔστησε. Θηρεύσας δὲ γεράνους, τούς τὸν σπόρον φθείροντας, σὺν αὐτοῖς καὶ πελαργὸν εἰλήφει. Ὁ δὲ χωλεύων ἱκέτευεν ἀφεθῆναι λέγων· ,,οὐ γάρ εἰμι γέρανος· πελαργός εἰμι, εὐσεβέστατον ζῶον, ὃς τιμῶ τὸν πατέρα καὶ δουλεύω· ἴδε καὶ τὴν χροιὰν, ὡς οὐχ ὁμοία.“ Ὁ δʼ ἔφη· ,,οὐκ οἶδα τί λέγεις· ἐγὼ σὺν οἷς εἴληφά σε, μετʼ αὐτῶν καὶ ἀπολέσω.“ Ὅτι καλόν ἐστι φεύγειν, καὶ μὴ συγκοινωνεῖν ἀνδράσι κακοῖς, μή πως κινδύνοις σύν αὐτοῖς ἐμπέσῃς. 100b. Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός. (F. 147. C. p.359. S. 190.) Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη· ,,ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.“ Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν. 101> Γτωργὸς καὶ Τύχη. (C. 82. F. 51. S. 61.) Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ,,ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ.“ Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.