<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="92"><head>92. Γεωργὸς καὶ Ἀετός. (C. 307. F. 418.)</head><p>Γεωργὸς ἀετὸν εὑρὼν ἀγρευόμενον, τὸ κάλλος αὐτοῦ 
θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ
ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλʼ ὑπὸ τεῖχος 
σαθρὸν καθήμενον ἰδὼν, προσπετάσας τοῖς ποσὶν ἦρε
τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάκελον. Ὁ δὲ ἐξαναστὰς
ἐδίωκε· τοῦτον δὲ ὁ ἀετὸς ἔῤῥιψε. Καὶ ἀναλαβόμενος
αὐτὸν καὶ ὑποστρέψας, εὗρε τὸ τεῖχος συμπεπτωκὸς,
ἔνθα ἐκάθητο, καὶ τὴν ἀμοιβὴν ἐθαυμάσατο.</p><p>Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἀντευεργετεῖν χρή.</p></div><div type="textpart" subtype="fabula" n="93"><pb n="46"/><head>93. Γωργὸς καὶ Γέρανοι. (B.26.)</head><p>Γέρανοι γεωργοῦ κατενέμοντο τὴν χώρην,
ἐσπαρμένην νεωστὶ πυρίνῳ σίτῳ.
ὁ δʼ ἄχρι πολλοῦ σφενδόνην κενὴν σείων,
ἐδίωκεν αὐτὰς τῷ φόβῳ καταπλήσσων.
αἱ δʼ ὡς ἐπέσχον σφενδονῶντα τὰς αὔρας,
κατεφρόνησαν λοιπὸν, ὥστε μὴ φεύγειν,
ἕως ἐκεῖνος οὐκέθʼ, ὡς πρὶν εἰώθει,
λίθους δὲ βάλλων, ἠλόησε τὰς πλείους.
αἱ δʼ ἐκλιποῦσαι τὴν ἄρουραν, ἀλλήλαις
,,φεύγωμεν “ ἐκραύγαζον ,,εἰς τὰς Πυγμαίων·
ἅνθρωπος οὗτος οὐκέτʼ ἐκφοβεῖν ἡμᾶς
ἔοικεν· ἤδη δʼ ἄρχεταί τι καὶ πράσσειν.“</p><p>Παραίνεσιν ὁ λόγος ἔχει, δεῖν ταῖς ἐκ λόγων 
παραινέσεσι πταίοντας εἴκειν, ἵνα μὴ ταῖς ἐξ ἔργων ὀψέ
ποτε πειραθεῖεν ὀδύναις.</p></div><div type="textpart" subtype="fabula" n="94"><head>94. Γεωργὸς καὶ Θάλασσα. (F. 348. C. p. 385. B. 71.)</head><p>Γεωργός τις ἰδὼν ναῦν ἐν θαλάσσῃ κυμαινομένην
καὶ βυθῷ πεμπομένην, κατηρᾶτο τὴν θάλασσαν 
δακρύων. δὲ πρὸς αὐτὸν ἀνεβόα τοιαῦτα· ,,ἵνα τι, 
ἄνθρωπε, μέμφῃ με μάτην; οὐ γὰρ ἔγωγε τῶν κινδύνων
αἰτία, ἀλλʼ οἱ ἄνεμοι οἱ ἐκταράττοντές με. Εἰ δὲ βουληθῇς
χωρὶς τούτων πλεῦσαι, ἡμερωτέραν δή με τῆς
γῆς εὑρήσεις.</p><p>Ὅτι γαληνοὺς δεσπότας οί χαιρέκακοι παραφυσῶντες 
ἐπεγείρουσι πρὸς ὀργάς τε καὶ ζάλας.</p></div><div type="textpart" subtype="fabula" n="94b"><head>94b. Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα. (S. 166. C. 247. F.309.)</head><p>Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον
ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο
πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα
τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν

<pb n="47"/>
αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ
γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· ,,ἀλλʼ ὦ οὗτος,
μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει
τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες
κυματοῦσι καὶ ἐξαγριαίνουσιν.“</p><p>Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς
δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι
τοὺς δὲ τούτοις ἐπιστατοῦντας.</p></div><div type="textpart" subtype="fabula" n="95"><head>95. Γεωργὸς καὶ Κύνες. (S. 52. C.23 ct p.292. F. 43.)</head><p>Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει,
ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ 
πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ
δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο·
ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς
ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ
πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· ,,ἀπιτέον ἡμῖν
ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων
βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα,
οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.</p></div></div></body></text></TEI>